Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.416 Joseph. BJ 4.422 (English) >>Joseph. BJ 4.429

4.419

Οὐεσπασιανὸς δὲ ἐπὶ μὲν τοὺς διαδράντας ἐκ τῶν Γαδάρων Πλάκιδον σὺν ἱππεῦσιν πεντακοσίοις καὶ πεζοῖς τρισχιλίοις πέμπει, αὐτὸς δὲ μετὰ τῆς ἄλλης στρατιᾶς ὑπέστρεψεν εἰς Καισάρειαν. 4.420οἱ δὲ φυγάδες ὡς αἰφνίδιον τοὺς διώκοντας ἱππεῖς ἐθεάσαντο, πρὶν εἰς χεῖρας ἐλθεῖν εἴς τινα κώμην συνειλοῦνται Βηθενναβρὶν προσαγορευομένην· 4.421ἐν νέων πλῆθος οὐκ ὀλίγον εὑρόντες καὶ τοὺς μὲν ἑκόντας τοὺς δὲ βίᾳ καθοπλίσαντες εἰκαίως, προπηδῶσιν ἐπὶ τοὺς περὶ τὸν Πλάκιδον. 4.422οἱ δὲ πρὸς μὲν τὴν πρώτην ἐμβολὴν ὀλίγον εἶξαν ἅμα καὶ προκαλέσασθαι τεχνιτεύοντες αὐτοὺς ἀπὸ τοῦ τείχους πορρωτέρω, 4.423λαβόντες δʼ εἰς ἐπιτήδειον περιήλαυνόν τε καὶ κατηκόντιζον, καὶ τοὺς μὲν φυγάδας αὐτῶν οἱ ἱππεῖς ὑπετέμνοντο, τὰς συμπλοκὰς δὲ τὸ πεζὸν εὐτόνως διέφθειρον. 4.424οὐ μέντοι πλέον τι τόλμης ἐπιδεικνύμενοι Ἰουδαῖοι διεφθείροντο· πεπυκνωμένοις γὰρ τοῖς Ῥωμαίοις προσπίπτοντες καὶ ταῖς πανοπλίαις ὥσπερ τετειχισμένοις, αὐτοὶ μὲν οὐχ εὕρισκον βέλους παράδυσιν οὐδʼ ηὐτόνουν ῥῆξαι τὴν φάλαγγα, 4.425περιεπείροντο δὲ τοῖς ἐκείνων βέλεσι καὶ τοῖς ἀγριωτάτοις παραπλήσιοι θηρίοις ὥρμων ἐπὶ τὸν σίδηρον, διεφθείροντο δʼ οἱ μὲν κατὰ στόμα παιόμενοι τοῖς ξίφεσιν, οἱ δὲ ὑπὸ τῶν ἱππέων σκεδαννύμενοι. 4.426

Σπουδὴ γὰρ ἦν τῷ Πλακίδῳ τὰς ἐπὶ τὴν κώμην ὁρμὰς αὐτῶν διακλείειν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.416 Joseph. BJ 4.422 (English) >>Joseph. BJ 4.429

Powered by PhiloLogic